Luke 4:16-30

16Καὶ ἦλθεν
 εἰς = WH Treg NA/NIV: || εἰς τὴν = RP
εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
17καὶ ἐπεδόθη αὐτῷ βιβλίον
 τοῦ προφήτου Ἠσαΐου = WH Treg NA/NIV: || Ἠσαΐου τοῦ προφήτου = RP
τοῦ προφήτου Ἠσαΐου ⸃ καὶ
 ἀναπτύξας = NA/NIV RP: || ἀνοίξας = WH Treg
ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον·
18Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν
 με = WH Treg NA/NIV: || με ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν = RP
με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
19κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων
 οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ = WH Treg NA/NIV: || ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ = RP
οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ⸃ ἦσαν ἀτενίζοντες αὐτῷ.
21ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον·
 Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος = WH NA/NIV: || Οὐχὶ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ = Treg; || Οὐχ οὗτος ἐστιν ὁ υἱός Ἰωσὴφ = RP
Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος ⸃;
23καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα
 εἰς τὴν Καφαρναοὺμ = WH NA/NIV: || εἰς Καφαρναοὺμ = Treg; || ἐν τῇ Καπερναούμ = RP
εἰς τὴν Καφαρναοὺμ ⸃ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
24εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη οὐρανὸς
 ἐπὶ = NA/NIV RP: || [omit] = WH Treg
ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
26καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς
 Σιδωνίας = WH Treg NA/NIV: || Σιδῶνος = RP
Σιδωνίας πρὸς γυναῖκα χήραν.
27καὶ πολλοὶ λεπροὶ ἦσαν
 ἐν τῷ Ἰσραὴλ ἐπὶ … προφήτου = WH Treg NA/NIV: || ἐπὶ … προφήτου ἐν τῷ Ἰσραήλ = RP
ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου ⸃, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν Σύρος.
28καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ πόλις
 ᾠκοδόμητο αὐτῶν ὥστε = WH Treg NA/NIV: || αὐτῶν ᾠκοδόμητο εἰς τὸ = RP
ᾠκοδόμητο αὐτῶν, ὥστε ⸃ κατακρημνίσαι αὐτόν·
30αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

Copyright information for SBLG